Τρίτη 29 Οκτωβρίου 2013

Η Τύχη του Φιλοίτιου

Ο όρχαμος του δήμου  των Κεφαλλήνων

Ο Φιλοίτιος, ο άνθρωπος της καλής τύχης, οίτος.
 Τρίτος φθάνει φέρων μια αγελάδα στείρα για τους μνηστήρες.Τον περάσανε βαρκάρηδες  στο πορθμείο από την στεριά , και άλλους περνούν  όσοι φθάνουν, αν το ζητήσουν .Τον Εύμαιο ρωτάει για τον ξένο που τον Οδυσσέα του θυμίζει στην θωριά. Θλίβεται με ό,τι βλέπει γύρω του και σκέπτεται απογοητευμένος να πάρει τα βόδια που   φύλαγε και έχουν αυξηθεί κατά πολύ , αμέτρητα έχουν γίνει  και να τα πάει σε άλλο βασιλιά υπερμανή αλλά, ο Οδυσσέας τον διαβεβαιώνει με όρκο πως είναι πια οίκαδε και με τους οφθαλμούς του θα τον δει.

τοῖσι δ' ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.
πορθμῆες δ' ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους
ἀνθρώπους πέμπουσιν, ὅτίς σφεας εἰσαφίκηται.
καὶ τὰ μὲν εὖ κατέδησεν ὑπ' αἰθούσῃ ἐριδούπῳ,
αὐτὸς δ' αὖτ' ἐρέεινε συβώτην ἄγχι παραστάς·        190
"τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,

ἡμέτερον πρὸς δῶμα; τέων δ' ἒξ εὔχεται εἶναι
ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
δύσμορος· ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·
ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,
ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν."
ἦ, καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστὰς

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
"χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω

ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖσ' ἔχεαι πολέεσσι.        200
Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,
μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.
ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε
μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω
τοιάδε λαίφε' ἔχοντα κατ' ἀνθρώπους ἀλάλησθαι,
εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
εἰ δ' ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,
ὤ μοι ἔπειτ' Ὀδυσῆος ἀμύμονος, ὅς μ' ἐπὶ βουσὶν
εἷσ' ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.        210
νῦν δ' αἱ μὲν γίνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως
ἀνδρί γ' ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·
τὰς δ' ἄλλοι με κέλονται ἀγινέμεναι σφίσιν αὐτοῖς
ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροισ' ἀλέγουσιν,
οὐδ' ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη
κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.
αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
πόλλ' ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος
ἄλλων δῆμον ἱκέσθαι ἰόντ' αὐτῇσι βόεσσιν
ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον αὖθι μένοντα        220
βουσὶν ἐπ' ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.
καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων
ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτ' ἀνεκτὰ πέλονται·
ἀλλ' ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν
ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείη."
τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

"βουκόλ', ἐπεὶ οὔτε κακῷ οὔτ' ἄφρονι φωτὶ ἔοικας,
γινώσκω δὲ καὶ αὐτός, ὅ τοι πινυτὴ φρένας ἵκει,
τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,        230
ἱστίη τ' Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
ἦ σέθεν ἐνθάδ' ἐόντος ἐλεύσεται οἴκαδ' Ὀδυσσεύς·
σοῖσιν δ' ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κ' ἐθέλῃσθα,
κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσι."
τὸν δ' αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·

"αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·
γνοίης χ', οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται."
ὣς δ' αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι

νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.

Ο Οίτος του Φιλοίτιου 

2 σχόλια:

  1. Οι αγελάδες που κλέβει ο Ερμής ο λόγος
    και παίρνει πίσω ο Απόλλων
    όταν η συνείδηση γίνεται αυτοσυνείδηση,
    τα βόδια που σφάζουν οι σύντροφοι του Οδυσσέα
    τα βόδια που τρώνε οι μνηστήρες σε πλήρη ασυνειδησία
    και ο τυχερός βουκόλος τους που τα προσέχει,
    ο Φιλοίτιος.

    ΑπάντησηΔιαγραφή
  2. Φιλοίτιος, Φιλητορίδης, Φιλοκτήτης.
    ΟΜΗΡΙΚΗ ΦΙΛΟΤΗΣ

    ΑπάντησηΔιαγραφή

Εδώ Ομηρούπολη Ονειρούπολη